8 Unit 17: Memorabilia I.2.8-9
Σωκράτης δὲ ἐπηγγείλατο οὐδενί ποτε τοιοῦτον οὐδέν. ἀλλὰ ἐνόμιζε τοὺς ἑαυτοῦ ἑταίρους τοὺς ἀποδεξαμένους ταῦτα ἑαυτῷ τε καὶ ἀλλήλοις φίλους ἀγαθοὺς ἔσεσθαι. πῶς ἂν οὖν ὁ τοιοῦτος ἀνὴρ διαφθείροι τοὺς νέους; εἰ μὴ ἡ τῆς ἀρετῆς ἐπιμέλεια διαφθορά ἐστιν.
διαφθείρω: to corrupt
εἰ οὐ/μή = unless
ἐπιμέλεια, -ας (ἡ): concern for (+ gen.)
διαφθορά, -ᾶς (ἡ): corruption
“ἀλλὰ νὴ Δία,” ὁ κατήγορος ἔφη, “τοὺτους ἐποίει ὑπερορᾶν τοὺς καθεστώτας νόμους, λέγων ὡς ἄφρον εἴη τοὺς μὲν τῆς πόλεως ἄρχοντας ἀπὸ κυάμου καθιστάναι, οὐδεὶς δὲ ἐθέλοι τούτῳ τῷ τρόπῳ ἑλέσθαι δημιουργὸν οὐδ᾽ αὐλητὴν οὐδ᾽ ἄλλους τοιούτους, οἳ ἁμαρτίᾱς ἀκινδυνοτέρας ποιοῦσιν τῶν περὶ τὴν πόλιν ἁμαρτανομένων. τοῖς δὲ τοιούτοις λόγοις ἐπείθεν,” ἔφη, “τοὺς νέους ὑπερορᾶν τὴν καθεστῶσαν πολιτείαν καὶ ἐποίει βιαιοτέρους.”
ὑπεροράω: to look down on, despise
ἀπὸ κυάμου = “by lot”
αὐλητής, -οῦ (ὁ): a flute-player
ἀκίνδῡνος, -ον: free from danger[But what degree is this form?]
βίαιος, -α, -ον: violent [But what degree is this form?]