1 Unit 11: Bibliotheca I.1-4
Οὐρανὸς πρῶτος τοῦ παντὸς ἦρξεν κόσμου.
κόσμος, κόσμου (ὁ): universe
λαβὼν δὲ Γῆν γυναῖκα ἐτέκνωσε πρώτους τοὺς Ἑκατόγχειρας· Βριάρεων* Γύην Κόττον.
Ἑκατόγχειρ, -ειρος (ὁ): hundred-handed one
Βριάρεων [irregular acc. sing.]
*All the words with initial capitals are proper nouns. When translating, just transliterate the nominative form of the name. So: Βριάρεων = Briareus.
οὗτοι μεγέθει τε καὶ φύσει δεινοὶ ἦσαν, χεῖρας μὲν ἑκατὸν καὶ κεφαλὰς δὲ πεντήκοντα ἔχοντες.
ἦσαν: [3rd pl. imp.] were
χείρ, χειρός (ἡ): hand
ἑκατόν (indecl.): a hundred
κεφαλή, -ῆς (ἡ): head
πεντήκοντα (indecl.): fifty
ἔχω, ἕξω/σχήσω, ἔσχον: to have
μετὰ τούτους δὲ αὐτῷ τεκνοῖ Γῆ Κύκλωπας, Ἄργην Στερόπην Βρόντην, ὧν πάντες εἶχον ἕνα ὀφθαλμὸν ἐν τῇ κεφαλῇ.
ἀλλὰ τοὺτους Οὐρανὸς νικήσας εἰς Τάρταρον ἔβαλεν.
τεκνοῖ δὲ ἐνταῦθα ἐκ Γῆς παῖδας μὲν τοὺς Τιτᾶνας κληθέντας, Ὠκεανὸν Κοῖον Ὑπερίονα Κρεῖον Ἰαπετὸν καὶ Κρόνον, θυγατέρας δὲ τὰς κληθείσας Τιτανίδας, Τηθὺν Ῥέαν Θέμιν Μνημοσύνην Φοίβην Διώνην Θείαν.
πασχούσης δὲ Γῆς διὰ τοὺς εἰς Τάρταρον βληθέντας παίδας οἱ Τιτᾶνες βούλονται κλέψαι τὴν τοῦ πατρὸς ἀρχὴν.
δέχεται οὖν ἀδαμαντίνην ἅρπην Κρόνος καὶ τοτὲ αὐτὸς ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν θάλατταν ἀπέβαλεν.
ἅρπη, -ης (ἡ): sickle
ἀποτέμνω, ἀποτεμῶ, ἀπέτεμον: to cut off
αἰδοῖον, -ου (τό): [freq. in pl.] genitals
ἐκ δὲ τῶν σταλαγμῶν τοῦ αἵματος Ἐρινύες ἐποιήθησαν· Ἀληκτώ Τισιφόνη Μέγαιρα.
αἷμα, -ατος (τό): blood
τῆς δὲ ἀρχῆς αὐτὸν ἐκβαλόντες τοὺς εἰς Τάρταρον βληθέντας ἔσωσαν ἀδελφοὺς καὶ τὴν ἀρχὴν Κρόνος ἀπεδέξετο.