2 Unit 12 (Part 1): Bibliotheca I.1.5-7; 2.1
ὁ δὲ Κρόνος τούτους μὲν εἰς τὸν Τάρταρον πάλιν νικήσας εἰσέβαλεν, τὴν δὲ Ῥέαν γυναῖκα ἔλαβεν. ἀλλὰ Γῆ τε καὶ Οὐρανὸς ἤγγελλον αὐτῷ μαντεῖον ἀληθὲς καὶ δεινόν· “ὑπὸ τοῦ παιδὸς ἡ τοῦ Κρόνου ἀρχὴ καταλυθήσεται.” κατέπινε οὖν τοὺς παῖδας καὶ τὰς θυγατέρας. καὶ πρώτην μὲν Ἑστίαν κατέπιεν, ἔπειτα Δήμητραν καὶ Ἥραν, μεθ᾽ ἃς Πλούτωνα καὶ Ποσειδῶνα.
μαντεῖον, -ου (τό): prophesy
παῖς, παιδός (ὁ): child; son
καταπίνω, καταπίομαι, κατέπιον: to swallow
σώσουσα δὲ τὸν Δία Ῥέα αὐτὴ εἰς Κρήτην ἔρχεται καὶ αὐτὸν δίδωσι Κούρησί τε καὶ ταῖς Μελισσέως θυγατράσιν.
ἔρχομαι: to go
οἱ Κουρῆτες: the Curetes
αὗται μὲν οὖν τὸν Δία ἔτρεφον, οἱ δὲ Κούρητες ἐν τῷ ἄντρῳ αὐτὸν φυλάττοντες τὰ ὅπλα συνέκρουον ἵνα μὴ τοῦ παιδὸς ὁ Κρόνος ἀκούσαι. Ῥέα δὲ λίθον σπαργανώσασα δίδωσιν Κρόνῳ αντὶ τοῦ παιδός.
ἄντρον, -ου (τό): cave
συγκρούω: to strike together
σπαργανόω: to swaddle (in cloth)
ἐπειδὴ δὲ Ζεὺς γίγνεται τέλειος, λαμβάνει Μῆτιν τὴν Ὠκεανοῦ συνεργόν, ἣ δίδωσι Κρόνῳ φάρμακον, δι᾽ ὃ ἐκεῖνος πρῶτον ἐξεμεῖ τὸν λίθον, ἔπειτα τοὺς παῖδας οὓς κατέπιε. μετὰ τούτων Ζεὺς κατὰ Κρόνου καὶ Τιτάνων ἐποίησε πόλεμον.
τέλειος, -α, -ον: grown, of adult age
συνεργός, -οῦ (ὁ or ἡ): a helper
φάρμακον, -ου (τό): a drug
ἐξεμέω: to vomit out