3 Unit 12 (Part 2): Bibliotheca I.2.1, I.3.1
μαχομένων δὲ αὐτῶν, ἡ Γῆ τῷ Διὶ ἂν ἀγγείλειεν τὴν νίκην, εἰ τοὺς εἰς τὸν Τάρταρον βληθέντας σώσειεν. ὁ οὖν Ζεὺς τὴν τούτους φυλάττουσαν Κάμπην ἔλυσε. καὶ τότε Διὶ μὲν διδόασι βροντὴν καὶ ἀστραπὴν καὶ κεραυνόν, Πλούτωνι δὲ κυνέην, Ποσειδῶνι δὲ τρίαιναν· σὺν δὲ τούτοις τοῖς ὅπλοις Τιτᾶνας νικῶσιν, καὶ καταβαλόντες αὐτοὺς εἰς τὸν Τάρτατον Ἑκατόγχειρας καθιστᾶσιν φύλακας. καὶ λαμβάνει Ζεὺς μὲν τὴν ἐν οὐρανῷ ἀρχὴν, Ποσειδῶν δὲ τὴν ἐν θαλάττῃ, Πλούτων δ`τὴν ἐν Ἅιδου.
Ζεύς, Διός (ὁ): Zeus [dat: Διί]
βροντή, -ῆς (ἡ): thunder
ἀστραπή, -ῆς (ἡ): lightning
κεραυνός, -οῦ (ὁ): thunderbolt
κυνέη, -ης (ἡ): helmet
τρίαινα, -ης (ἡ): trident
οὐρανός, -οῦ (ὁ): ὑπὲρ τῆς γῆς
ἐν Ἅιδου: in the underworld
[…]
Ζεὺς δὲ γαμεῖ μὲν Ἥραν, καὶ τεκνοῖ Ἥβην Εἰλείθυιαν Ἄρην, μίγνυται δὲ πολλαῖς θνηταῖς τε καὶ ἀθανάτοις γυναιξίν. ἐκ μὲν οὖν Θέμιδος τῆς Οὐρανοῦ τεκνοῖ θυγατέρας τὰς ὥρας, Εἰρήνην Εὐνομίαν Δίκην, τὰς μοίρας, Κλωθὼ Λάχεσιν Ἄτροπον, ἐκ Διώνης δὲ Ἀφροδίτην, ἐξ Εὐρονόμης δὲ τῆς Ὠκεανοῦ τὰς χάριτας, Ἀγλαίην Εὐφροσύνην Θάλειαν, ἐκ δὲ Στυγὸς Περσεφόνην, ἐκ δὲ Μνημοσύνης τὰς μούσας, πρώτην Καλλιόπην, ἔπειτα Κλειὼ Μελπομένην Εὐτέρπην Ἐρατὼ Τερψιχόρην Οὐρανίαν Θάλειαν Πολυμνίαν.
τεκνόω: to bear (a child)
μίγνυμι: to mix; to have sex with (dat.)
πολὐς, πολλἠ, πολύ: many, much
θνητός, -ή, -όν: mortal
ὤρα, -ας (ἡ): season