4 Unit 13: Bibliotheca I.3.2-3
ὁ οὖν Λίνος ἐκ Καλλιόπης καὶ Ἀπόλλωνος ἐγένετο, ὃς τῇ Ἡρακλέους χειρὶ ἐτελεύτησεν, καὶ Ὀρφεὺς ὁ μαθὼν κιθαρῳδίαν, ὃς ταῖς ᾠδαῖς λίθους τε καὶ δένδρα ἐκίνει. τελευτησασης δὲ Εὐρυδίκης τῆς γυναικὸς αὐτοῦ, ἦλθεν εἰς τὴν Ἅιδου οἰκίαν ἐθέλων ἀνάγειν αὐτήν, καὶ Πλούτωνα ἔπεισεν ἀναπέμψαι. οὗτος δὲ τοῦτο ἂν μόνον ποιήσειεν, εἰ μὴ Ὀρφεὺς ἐπιστρέψαιτο ἐρχόμενος ἐκ τῆς Ἅιδου οἰκίας. ἀλλὰ ὁ ἄφρων ἐπιστρεψάμενος ἐθεάσατο τὴν γυναῖκα, αὐτὴ δὲ αὐτίκα πάλιν ἔφυγεν. ὁ δὲ Ὀρφεὺς τότε τὰ Διονύσου μυστήρια ἔμαθε, καὶ τέθαπται πρὸς τῇ Πιερίᾳ διασπασθεὶς ὑπὸ τῶν μαινάδων.
ᾠδή, -ής (ἡ): song
δένδρον, -ου (τό): tree
κινέω: to move
ἐπιστρέφω: to turn (something) around; (mid.) to turn around
θεάομαι: to look at
πάλιν: back; again
μυστήριον, -ου (τό): [take an educated guess based on derivatives]
διασπάω: to tear apart
μαινάς, -άδος (ἡ): a Maenad (a worshipper of Dionysus)
Κλειὼ δὲ τὸν Πιέρον ἐφίλησε καὶ συνελθόντων δὲ αὐτῶν ἐγένετο Ὑάκινθος, πρῶτος ἀρξάμενος φιλεῖν ἄνδρας. ἀλλ᾽ Ὑάκινθον Ἀπόλλων δίσκῳ βαλὼν ἄκων ἀπέκτεινεν.
ἄκων, -ουσα, -ον: unwilling
ἀποκτέινω: to kill