7 Unit 16: Memorabilia I.2.1-3
πῶς τινες ἐνόμιζον Σωκράτη τοὺς νέους διαφθείρειν; οὗτος γὰρ δὴ πρὸς τοῖς εἰρημένοις πρῶτον μὲν ἀφροδισίων καὶ γαστρὸς ἐγκρατὴς ἦν, ἔπειτα δὲ περὶ τῆς σωφροσύνης ἐπαιδεύθη οὕτως, ὥστε πάνυ μικρὰ κεκτημένος πάνυ εὐδαίμων ἦν.
ἀφροδίσια, -ων (τά): pleasures
γαστής, γαστρός (ἡ): the belly; gluttony
ἐγκρατής, -ές: in control of (+ gen.)
κτάομαι: to acquire; [perf.] to possess
πῶς οὖν αὐτὸς ὢν τοιοῦτος ἄλλους ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ ἀφροδισίων ἀκρατεῖς ἐποίησεν; ἀλλ᾽ ἔπαυσε τούτων πολλοὺς ἀδικοῦντας. ἀντὶ δὲ πονηρῶν τῇ ἀρετῇ εἵποντο καὶ ἔγνώσαν ὅτι ἑαυτῶν ἐπιμελόμενοι καλοὶ κἀγαθοὶ γενήσοιντο.
παράνομος, -ον: lawless
ἀκρατής, -ές: lacking control of (+ gen.)
ἐπιμέλομαι: to take care of (+ gen.)
καλοὶ κἀγαθοὶ = καλοὶ καὶ ἀγαθοὶ [See pg. 614 for a description of this phenomenon]
καίτοι γε οὔποτε ἔλεγεν ὡς διδάσκαλος ἦν τούτου, ἀλλὰ οὗτοι ἐκεῖνον μιμούμενοι ἐβουλήθησαν τοιοῦτοι γενήσεσθαι.