10 Unit 19: Meno 81c-e
Σωκράτης: ἅτε οὖν ἡ ψυχὴ ἀθάνατός τε οὖσα καὶ πολλάκις γεγονυῖα, καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα χρήματα, οὐκ ἔστιν ὅτι* οὐ μεμάθηκεν· ὥστε οὐδὲν* θαυμαστόν ἐστι* καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων αὐτὴν* ἀναμνησθῆναι ἅ γε καὶ πρότερον ἠπίστατο.
οὐκ ἔστιν ὅτι*: “there is nothing which…” This ὅτι is from the indefinite relative pronoun ὅστις.
οὐδὲν*: “not at all…” This is an adverbial accusative. It is not the subject of ἐστι.
θαυμαστός, -ή, -όν: remarkable
θαυμαστόν ἐστι*: This phrase essentially introduces indirect statement of the accusative + infinitive type.
αὐτὴν*: This pronoun refers back to ἡ ψυχὴ.
αναμιμνησκω (6th PP: ἀναμνήσθην): to remind; [passive] remember
[Σωκ.:] ἅτε γὰρ τῆς φύσεως ἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα, οὐδὲν κωλύει τὸν ἓν μόνον ἀναμνησθέντα—ὃ* δὴ μάθησιν καλοῦσιν ἄνθρωποι—τὰ ἄλλα πάντα εὑρεῖν, ἐάν τις ἀνδρεῖος ᾖ καὶ μὴ παύσηται ζητῶν. τὸ γὰρ ζητεῖν καὶ τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν.
ὃ*: “a thing which…” The antecedent of this relative pronoun is the idea of the action described in the previous clause.
μάθησις, -εως (ἡ): learning
ἀνδρεῖος, -α, -ον: brave, courageous
ανάμνησις, -εως (ἡ): recollection
ὅλον (adv.): wholly, entirely